Add parallel Print Page Options

15 Τότε προσέρχονται τῷ [a]Ἰησοῦ ἀπὸ Ἱεροσολύμων [b]Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας [c]αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ὁ γὰρ θεὸς [d]εἶπεν· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, [e]οὐ μὴ [f]τιμήσει τὸν πατέρα [g]αὐτοῦ· καὶ ἠκυρώσατε [h]τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων· [i]Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε· 11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12 Τότε προσελθόντες οἱ [j]μαθηταὶ [k]λέγουσιν αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. 14 ἄφετε αὐτούς· [l]τυφλοί εἰσιν ὁδηγοί τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. 15 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολήν [m]ταύτην. 16 [n]δὲ εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17 [o]οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 20 ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:1 Ἰησοῦ WH Treg NIV ] + οἱ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:1 Φαρισαῖοι καὶ γραμματεῖς WH Treg NIV ] γραμματεῖς καὶ Φαρισαῖοι RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:2 αὐτῶν Treg NIV RP ] WH
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:4 εἶπεν WH Treg NIV ] ἐνετείλατο λέγων RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 οὐ WH Treg NIV ] καὶ οὐ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 τιμήσει WH Treg NIV ] τιμήσῃ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 αὐτοῦ WH NIV ] + ἢ τὴν μητέρα αὐτοῦ Treg RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 τὸν λόγον WH Treg NIV ] τὴν ἐντολὴν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:8 Ὁ λαὸς οὗτος WH Treg NIV ] Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:12 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:12 λέγουσιν WH Treg NIV ] εἶπον RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:14 τυφλοί εἰσιν ὁδηγοί τυφλῶν Treg NA ] τυφλοί εἰσιν ὁδηγοί WH NIV; ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:15 ταύτην NIV RP ] WH Treg
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:16 δὲ WH Treg NIV ] + Ἰησοῦς RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:17 οὐ WH Treg NIV ] Οὔπω RP